Επιλέξτε τη γλώσσα σας

Τρισαρχιερατικὴ Θεία Λειτουργία στὴν Ἱερὰ Μονὴ Ἁγίου Γεωργίου Ἐπανωσήφη καὶ Ἀρχιερατικὸ Τρισάγιο εἰς μνήμην τοῦ Μητροπολίτου Αὐστρίας κυροῦ Μιχαήλ
Τὴν Κυριακή, 18 Ὀκτωβρίου 2026, ὁ Σεβασμιώτατος Μητροπολίτης Αὐστρίας καὶ Ἔξαρχος Οὑγγαρίας κ. Ἀρσένιος προεξῆρχε τῆς Τρισαρχιερατικῆς Θείας Λειτουργίας τῆς Κυριακῆς τοῦ Ἁγίου Ἀποστόλου Λουκᾶ στὴν Ἱερὰ Μονὴ Ἁγίου Γεωργίου Ἐπανωσήφη, τὴ Μονὴ τῆς μετανοίας του, κατόπιν κανονικῆς ἀδείας τοῦ οἰκείου Ποιμενάρχου, Σεβασμιωτάτου Ἀρχιεπισκόπου Κρήτης κ. Εὐγενίου. Μὲ τὸν Σεβασμιώτατο συλλειτούργησαν ὁ Θεοφιλέστατος Ἐπίσκοπος Ἀπαμείας κ. Παΐσιος, ἐπίσης ἀδελφὸς τῆς Μονῆς, καὶ ὁ Θεοφιλέστατος Ἐπίσκοπος Ἀρίστης κ. Μάξιμος. Τοὺς Ἀρχιερεῖς συνόδευσαν λειτουργικὰ ὁ Πρωτοσύγκελλος τῆς Ἱερᾶς Ἀρχιεπισκοπῆς Ἀρχιμανδρίτης Βαρθολομαῖος Βογιατζόγλου, ὁ Καθηγούμενος τῆς Μονῆς Ἀρχιμανδρίτης Διονύσιος Κασιμάτης, πατέρες τῆς Μονῆς καὶ ὁ Ἀρχιερατικὸς Ἐπίτροπος Αὐστρίας Πρωτοπρεσβύτερος Ἰωάννης Νικολίτσης.
Ἀρχιερατικὴ Θεία Λειτουργία στὴν πανηγυρίζουσα Ἐνορία Ἁγίας Παρασκευῆς τῆς Ἐπιβατηνῆς στὸ Wiener Neustadt
Τὴν Κυριακὴ τῶν Ἁγίων Πατέρων τῆς Ζ΄ Οἰκουμενικῆς Συνόδου, 11 Ὀκτωβρίου 2026, ὁ Σεβασμιώτατος Μητροπολίτης Αὐστρίας καὶ Ἔξαρχος Οὑγγαρίας κ. Ἀρσένιος προεξῆρχε τῆς Ἀρχιερατικῆς Θείας Λειτουργίας στὴν πανηγυρίζουσα Ἐνορία Ἁγίας Παρασκευῆς τῆς Ἐπιβατηνῆς στὸ Wiener Neustadt. Μαζί του συλλειτούργησαν ὁ Προϊστάμενος τῆς Ἐνορίας Πρεσβύτερος Marian Tosu καὶ ὁ Διάκονος Ἰάκωβος Feresuaru. Ἔψαλε βυζαντινὰ ἡ Χορωδία τοῦ Ὁσίου Νεκταρίου τοῦ Πρωτοψάλτου, ὑπὸ τὴ διεύθυνση τοῦ Διακόνου Σαββίνου Preda. Ὁ Σεβασμιώτατος προσκόμισε πρὸς προσκύνηση ἀπότμημα τῆς τιμίας δεξιᾶς χειρὸς τοῦ Ἁγίου Ἀποστόλου καὶ Πρωτοκλήτου Ἀνδρέου, τὸν ὁποῖο ἡ ἐν Ρουμανίᾳ Ἐκκλησία τιμᾷ ὡς ἱδρυτὴ καὶ προστάτη ἅγιό της.
13η Πανορθόδοξη Συνάντηση Νεολαίας στὴ Βιέννη μὲ θέμα «Τὰ Μυστήρια – ὁ δρόμος μας πρὸς τὸν ἁγιασμό»
Τὸ Σάββατο, 10 Ὀκτωβρίου 2026, πραγματοποιήθηκε στὴ Βιέννη ἡ 13η Πανορθόδοξη Συνάντηση Νεολαίας στὴν Αὐστρία, μὲ θέμα «Τὰ Μυστήρια – ὁ δρόμος μας πρὸς τὸν ἁγιασμό». Τὴ Συνάντηση, ὕστερα ἀπὸ πρόσκληση τοῦ Σεβασμιωτάτου Μητροπολίτου Αὐστρίας καὶ Ἐξάρχου Οὑγγαρίας κ. Ἀρσενίου, Προέδρου τῆς Ὀρθοδόξου Ἐπισκοπικῆς Συνελεύσεως Αὐστρίας, διοργάνωσε ἡ Ὀρθόδοξη Σχολικὴ Ὑπηρεσία μὲ τοὺς Ἐπιθεωρητὲς τοῦ μαθήματος τῶν Ὀρθοδόξων Θρησκευτικῶν Ἀρχιμανδρίτη Ἠλία Παπαδόπουλο καὶ Branislav Djukarić, τὸν Πρωτοπρεσβύτερο Emanuel Nutu, ἐπικεφαλῆς τῆς ὀργανωτικῆς ἐπιτροπῆς ἐθελοντῶν, καὶ τοὺς καθηγητὲς τοῦ μαθήματος τῶν Ὀρθοδόξων Θρησκευτικῶν.

Ἐκ τοῦ κατὰ Λουκᾶ Ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις εἶχε δύο υἱούς. Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ‘ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι! Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα ἑαυτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. Εἶπε δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός Σου. Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι. Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν, καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα. Ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρὶ· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν. Ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ‘ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.

Λκ 15,11–32

Πηγή: Ἡ Καινὴ Διαθήκη ἐγκρίσει τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, Ἐπιμ. Β. Ἀντωνιάδου, Ἐν Κωνσταντινουπόλει 1904