Επιλέξτε τη γλώσσα σας

Ἀρχιερατικὴ Θεία Λειτουργία στὸν Ἱερὸ Ναὸ τῶν Ἁγίων Τριῶν Ἱεραρχῶν στὴ Βουδαπέστη
Τὴν Κυριακή, 22 Νοεμβρίου 2026, Θ΄ Λουκᾶ καὶ μεθέορτα τῶν Εἰσοδίων τῆς Ὑπεραγίας Θεοτόκου, ὁ Σεβασμιώτατος Μητροπολίτης Αὐστρίας καὶ Ἔξαρχος Οὑγγαρίας κ. Ἀρσένιος προεξῆρχε τῆς Ἀρχιερατικῆς Θείας Λειτουργίας στὸν Ἱερὸ Ναὸ τῶν Ἁγίων Τριῶν Ἱεραρχῶν Βουδαπέστης. Μαζί του συλλειτούργησαν οἱ Σταυροφόροι Οἰκονόμοι Γρηγόριος Nácsinák καὶ Δρ. Ἰωσὴφ Ötvös καὶ οἱ Πρεσβύτεροι Δημήτριος Naskebia καὶ Μακάριος Beke.
Ἀρχιερατικὴ Θεία Λειτουργία ἐπὶ τῇ πανηγύρει τῆς Γερμανοφώνου Ἐνορίας Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου στὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Τριάδος Βιέννης
Τὴν Κυριακή, 15 Νοεμβρίου 2026, ὁ Σεβασμιώτατος Μητροπολίτης Αὐστρίας καὶ Ἔξαρχος Οὑγγαρίας κ. Ἀρσένιος προεξῆρχε τῆς Ἀρχιερατικῆς Θείας Λειτουργίας στὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Τριάδος Βιέννης ἐπὶ τῇ πανηγύρει τῆς Γερμανοφώνου Ὀρθοδόξου Ἐνορίας Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Μαζί του συλλειτούργησαν ὁ Ἱερατικὸς Προϊστάμενος τῆς Ἐνορίας Πρωτοπρεσβύτερος Δρ. Νικόλαος Rappert καὶ ὁ Ἱερομόναχος Σάββας Kucenko.
Ἑορτὴ τοῦ Ὁσίου Ἀρσενίου τοῦ Καππαδόκου καὶ Ὀνομαστήρια τοῦ Σεβασμιωτάτου Μητροπολίτου Αὐστρίας κ. Ἀρσενίου
Τὴν Τρίτη, 10 Νοεμβρίου 2026, ἡμέρα κατὰ τὴν ὁποία ἡ Ἐκκλησία τιμᾶ τὴ μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Καππαδόκου, ὁ Σεβασμιώτατος Μητροπολίτης Αὐστρίας καὶ Ἔξαρχος Οὑγγαρίας κ. Ἀρσένιος ἑόρτασε τὰ ὀνομαστήριά του καὶ προεξῆρχε τῆς Τρισαρχιερατικῆς Θείας Λειτουργίας στὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Τριάδος Βιέννης. Μαζί του συλλειτούργησαν οἱ Θεοφιλέστατοι Ἐπίσκοποι Ἀπαμείας κ. Παΐσιος καὶ Ἀρίστης κ. Μάξιμος καὶ ἱερεῖς τῆς Ἱερᾶς Μητροπόλεως καὶ τῆς Ἐξαρχίας Οὑγγαρίας. Στὴ Θεία Λειτουργία παρέστησαν μοναχοὶ τῆς Ἱερᾶς Μονῆς Ἁγίας Σκέπης καὶ Ἁγίου Παϊσίου καὶ πλῆθος πιστῶν, ποὺ προσῆλθαν γιὰ νὰ λάβουν τὴν εὐλογία τοῦ Ἁγίου καὶ νὰ εὐχηθοῦν στὸν Ποιμενάρχη τους. Τοὺς ὕμνους τῆς ἑορτῆς ἀπέδωσαν οἱ χοροὶ τῶν ἱεροψαλτῶν.

Ἐκ τοῦ κατὰ Λουκᾶ Ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

 

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ, ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει Αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν Αὐτὸν οἱ ὄχλοι συνέπνιγον Αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾽ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου Αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. Καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί Σε καὶ ἀποθλίβουσι καὶ λέγεις τίς ὁ ἁψάμενός μου; ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ. Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα Αὐτῷ δι᾽ ἣν αἰτίαν ἥψατο Αὐτοῦ ἀπήγγειλεν Αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. Ἔτι Αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι· Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. Ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε· Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων Αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

 

Λκ 8,41-56

Πηγή: Ἡ Καινὴ Διαθήκη ἐγκρίσει τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, Ἐπιμ. Β. Ἀντωνιάδου, Ἐν Κωνσταντινουπόλει 1904